Close

Άγιος Αθανάσιος: Η προσευχή και Θαύματα που συγκλονίζουν!

Άγιος Αθανάσιος: Η προσευχή και Θαύματα που συγκλονίζουν!

Ο Άγιος Αθανάσιος τιμάται σήμερα 18 Ιανουαρίου από την Εκκλησία μας.Το σύγχρονο θαύμα που συγκλόνισε και η θαυματουργή προσευχή του.

Ο Άγιος Αθανάσιος ο Μέγας Πατριάρχης Αλεξανδρείας γεννήθηκε το 295 μ.Χ. από φτωχούς αλλά ενάρετους γονείς, γεγονός που του στέρησε τη δυνατότητα για ανώτερες σπουδές. Όμως ο πανάγαθος Θεός τον προίκισε με πλούσια πνευματικά προσόντα. Λαμβάνει τη στοιχειώδη εκπαίδευση και στη συνέχεια μελετά μόνος του για να φθάσει σε υψηλότατα επίπεδα γνώσης και σοφίας.

Από πολύ νέος έδειξε την κλίση του προς την Εκκλησία. 25 ετών χειροτονείται διάκονος από τον πατριάρχη Αλεξανδρείας Αλέξανδρο, τον οποίο ακολουθεί στην Α΄ Οικουμενική Σύνοδο το 325 μ.Χ., στη Νίκαια της Βιθυνίας. Αναδεικνύεται πρωτεργάτης στην καταδίκη της αιρετικής διδασκαλίας του Αρείου.

Το 328 μ.Χ. και σε ηλικία 33 ετών εκλέγεται πανηγυρικά πατριάρχης Αλεξανδρείας. Από τη θέση αυτή αντιμετωπίζει ένα φοβερό πόλεμο εκ μέρους των αιρετικών οπαδών του Αρείου. Όμως ο άγιος, χάρη στην μεγάλη πνευματικότητά του και τη ζέουσα πίστη στο Θεό, κατορθώνει να βγει νικητής απ’ όλες αυτές τις δοκιμασίες ακόμη και από τις πέντε εξορίες που του επιβλήθηκαν, καθώς ο αυτοκράτορας Κωνσταντίνος ο Β΄ ήταν οπαδός του Αρειανισμού. Εκοιμήθη εν ειρήνη το 373 μ.Χ.

Η Εκκλησία θέλησε να αδελφώσει την μνήμη των δύο Μεγάλων Πατέρων αυτής και Αρχιεπισκόπων Αλεξανδρείας, του Μεγάλου Αθανασίου, πρωταγωνιστή κατά του Αρειανισμού, και του Αγίου Κυρίλλου, πρωταγωνιστή κατά του Νεστοριανισμού και όρισε το συνεορτασμό τους στις 18 Ιανουαρίου.

Η Σύναξη των Αγίων Αθανασίου και Κυρίλλου ετελείτο στη Μεγάλη Εκκλησία.

Άγιος Αθανάσιος : Η προσευχή παράκληση

Εὐλογήσαντος τοῦ Ἱερέως ἀρχόμεθα τοῦ

ΡΜΒ΄ Ψαλμοῦ (142ου)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καί ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· ταχὺ εἰσάκουσόν μου,

Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Πληρωθέντος δέ τοῦ Ψαλμοῦ εὐθύς ψάλλομεν:

Ἦχος δ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν Ἱεράρχην καὶ Ποιμένα τὸν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἱκεσίαις σου ῥῦσαι, ἡμᾶς ἐκ περιστάσεως, νόσων τε καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ φθορᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Δόξα, τό αὐτό ἤ τό Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ . Καὶ νῦν.

Θεοτοκίον

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ μόνην ἐλπίδα κεκτήμεθα.

Ν΄(50όν) Ψαλμόν

Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:

«Ἀθανάσιον ὑμνῶν, ἀρετὴν αἰνῶ».

Ὠδὴ α.

Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ

Ἀνατολῆς τῶν ἀρετῶν γενόμενος ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρὸς τὴν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμὸν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, λύων τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν.

Θηριωδῶς τε καὶ ἀσέμνως ἅπαντα, σχεδὸν τὸν βίον μου, καταδαπανήσας ὁ μωρὸς καὶ ἄσωτος, εἰς ἐμαυτὸν γενόμενος, τῇ Πηγῇ σου προστρέχω, καὶ σοὶ βοῶ, Ἀθανάσιε, σῶσόν με θερμαῖς σου δεήσεσιν.

Ἀξιοχρέως τὴν ὠδὴν ὑφαίνομεν, Πηγῇ σου τῇ ἱερᾷ· διὸ καὶ πρὸς ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἐξαιτούμενοι χάριν, ἡμῖν δοθῆναι καὶ ἄφθονον, ῥῶσιν δι’ αὐτῆς τῶν παθῶν ἡμῶν.

Θεοτοκίον

Στρέψον ἐμοὶ τὸν κοπετὸν τῆς νόσου μου, εἰς ὑγείας χαράν· τὸν σκοτεινὸν σάκκον, τὸν τῆς καχεξίας μου, Παρθένε διαῤῥήξασα, τὴν φαιδρὰν εὐεξίας, περίζωσον εὐφροσύνην με, καὶ ἀγαλλιάσεως πλήρωσον.

Ὠδὴ γ΄.

Ὁ στερεώσας κατ’ ἀρχάς

Νῦν τὸν κακὸν ὁ ἀγαθός, τὸν ἐν πολλῇ ἀσπλαγχνίᾳ, ὁ ἀκένωτος κρατὴρ τοῦ ἐλέους τὸν αἰσχρὸν τὸν ῥυπαρόν, ὁ καθαρὸς ἀπόπλυνον, Ἀθανάσιε Πάτερ, καὶ ταῖς πρεσβείαις σου σῶσόν με.

Ἀειλαμπὴς ὥς περ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταγαύσας τὴν ὑφήλιον πᾶσαν, τῶν παθῶν ἡμῶν Σοφέ, τὸν σκοτασμὸν ἀπέλασον, καὶ πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς διασκέδασον.

Σὲ ἀνυμνῶ πανευλαβῶς καὶ γοερῶς ἱκετεύω, ἐξελοῦ με ἐκβοῶν τὸν σὸν δοῦλον, Ἀθανάσιε Σοφέ, κινδύνων τε καὶ θλίψεων, ταῖς θείαις σου πρεσβείαις, καὶ τῆς μελλούσης κολάσεως.

Θεοτοκίον

Εἰ καὶ κατήντησα Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καὶ εἰς βόθρον ἀπογνώσεως ὅλος· ἀλλ’ εἰδώς σου τὴν πολλὴν καὶ ἄμετρον συμπάθειαν, χεῖράς σοι ἀνατείνω· ὅθεν οἰκτείρασα σῶσόν με.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις ὑπό τοῦ Ἱερέως καί τό Κάθισμα

Ἦχος γ.

Τὴν ὡραιότητα

Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.

Ὠδὴ δ.

Σύ μου ἰσχὺς Κύριε

Ἱλαστικά, δέχου σοῦ δούλου ἐγκώμια, Ὀρθοδόξων στύλε καὶ κραταίωμα, καὶ καταφύγιον ἀψευδές, καὶ κατεγνωσμένῳ ἐμοὶ γενοῦ ἱλαστήριον, καὶ ῥῦσαί με ἐκ τοῦ Ἅδου, τῆς πικρᾶς καταδίκης, ταῖς λιταῖς σου, Σοφὲ Ἀθανάσιε.

Ὁ στεναγμούς, Νινευϊτῶν προσδεξάμενος, Παντοκράτωρ Θεός τε καὶ Κύριος, τὴν ὀφειλὴν τῶν ἁμαρτιῶν, πᾶσαν τὴν ἐκείνων, ἀφῆκε, Πάτερ, ὡς εὔσπλαγχνος. Διὸ σὲ ἱκετεύω, ἐξιλέωσον τοῦτον, παραβλέψαι κἀμοῦ τὰ ἐγκλήματα.

Νόσου δεινῆς, πυρὸς σεισμοῦ τε καὶ θλίψεως, καὶ παντοίας βλάβης, Ἀθανάσιε, τὸν σὸν οἰκέτην ἐκλιπαρῶ, ἀπάλλαξον τάχος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ ῥῦσαι με τῆς τούτων χαλεπῆς τυραννίδος, καὶ θανάτου ἀώρου ἐξάρπασον.

Θεοτοκίον

Ῥῶσιν ψυχῆς, ῥῶσίν μοι σώματος δώρησαι, ἵνα πράττω καὶ ποιῶ τὸ θέλημα, τοῦ σοῦ Υἱοῦ φόβῳ καὶ χαρᾷ καὶ γὰρ ἐξισχύεις, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου μου, καὶ πράττεις ὅσα θέλεις, τοῖς ἐν πίστει καὶ πόθῳ τῇ σῇ σκέπῃ, Παρθένε, προστρέχουσιν.

Ὠδὴ ε΄.

Ἵνα τί με ἀπώσω

Ὑλακὴν τὴν Ἀρείου, τοῦ παραφρονήσαντος σοφῶς ἐφίμωσας, τοῦ Πατρὸς τὸν Λόγον, ὁμοούσιον σὺ Ἀθανάσιε, ἐκδιδάξας σέβειν· ὃν ἱλεούμενος μὴ παύσῃ, ἀβλαβεῖς συντηρεῖσθαι τοὺς δούλους σου.

Μὴ παρίδῃς με Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καὶ θλίψεσι, πανταχόθεν οἴμοι! συνεχόμενον καὶ πιεζόμενον, ἀλλὰ φρούρησόν με, ὑπὸ τὴν σκέπην σου τὴν θείαν, καὶ ταῖς θεῖαις πρεσβείαις σου σῶσόν με.

Νομοθέτης κατέστης, καὶ τῶν εὐσεβούντων, φωστήρ Ἀθανάσιε· διό σοι βοῶμεν, ταῖς λιταῖς σου ἡμᾶς καθοδήγησον, εἰς ὁδὸν εὐθεῖαν, τῶν τοῦ Κυρίου θελημάτων, καὶ κακίας δαιμόνων ἐξάρπασον.

Θεοτοκίον

Ἁμαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας, ὁ τλήμων ἑκάστοτε, καὶ ἐπισυνάγω, τῆς Γεέννης τὸ πῦρ τὸ ἀνήκουστον, ἐν τῇ παναθλίᾳ ἐμοῦ ψυχῇ, ἀφ’ οὗ με ῥῦσαι, πρὸς τῆς πείρας ἐκείνης Πανάμωμε.

Ὠδὴ στ΄.

Ἱλάσθητί μοι Σωτήρ

Ὦ Ἱεράρχα Χριστοῦ, τοὺς ὁμωνύμους σοι φύλαττε, καὶ πάντας τοὺς εὐσεβεῖς, τοὺς εἰς τὴν ζωήρυτον, Πηγήν σου προστρέχοντας, ἐκ παντὸς κινδύνου, σαῖς λιταῖς καὶ περιστάσεων.

Νοσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον Πάνσεπτε, παρακαλῶ σε θερμῶς, καὶ πᾶσαν τὴν κάκωσιν, ψυχῆς τε καὶ σώματος, ταῖς θείαις λιταῖς σου, καὶ κινδύνους καταδίωξον.

Ἀνύσας ἐπὶ τῆς γῆς, μεγάλους ἄθλους, Μακάριε, δεινῶν ἡμᾶς φοβερῶν, καὶ πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρὸς τὸν Σωτῆρα, πανιέροις σου δεήσεσι.

Θεοτοκίον

Φωτὶ ἀπείρῳ τοῦ σοῦ, προσώπου με καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεὶ ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις Κύριε ἐλέησον ιβ΄ (12) καὶ τὸ Κοντάκιον

Ἦχος δ. Προστασία τῶν Χριστιανῶν

Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ ἱκέτα πρὸς Χριστὸν Ἱερώτατε, μὴ παρίδῃς, Ἀθανάσιε τῶν σὲ ὑμνούντων φωνάς, ἀλλὰ σπεῦσον ἀγαθέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον ὡς οἰκτίρμων, καὶ ῥῦσαι δεινῶν παντοίων, καὶ λοιμικῶν ἀσθενειῶν, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου.

Καὶ εὐθὺς τὸ Προκείμενον

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σὲ Ἀθανάσιε καταφεύγω, σῶσόν με τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα· ὡς οὐδεὶς ἄλλος γάρ, ἐν ἀνθρώποις ἐπλημμέλησα· διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ με οἴκτειρον, σαῖς πρὸς τὸν Δεσπότην δεήσεσι· καὶ μὴ μὲ ἐάσῃς εἰς τέλος κινδυνεύειν τὸν εἰς σέ, πᾶσαν ἐλπίδα μου θέμενον, πιστῶν τὸ διάσωσμα.

Ὁ Ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὠδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας

Ῥύεις Πάτερ καὶ σώζεις, ταῖς θερμαῖς σου πρεσβείαις τοὺς πεφευγότας εἰς σέ· καὶ γὰρ εἰ μὴ ἐφρούρεις, ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καὶ ἐγενήθημεν ἂν κατάβρωμα δαιμόνων.

Ἐπηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τὸ καύχημα, κινδύνων ἀδοκήτων, καὶ λύπης τὸν σὸν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ ἐκ ποικίλων ἀεὶ ἀσθενειῶν με ῥῦσαι.

Τὴν ψυχήν μου ὦ Πάτερ, κατανύξεως πλῆσον, καὶ εὐλαβείας θερμῆς, τὴν θείαν ὅπως βρέχω, Εἰκόνα σου Θεόφρον, ταῖς ῥοαῖς τῶν δακρύων μου, καὶ ἀποπλύνω ἀεὶ τὸν ῥύπον τῶν παθῶν μου.

Θεοτοκίον

Ἐξ ἱδρώτων καὶ κόπων, στεναγμῶν τε καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ’ ἐκ ταύτης, ἧς καὶ φθάσαι τοὺς πρόποδας, ἀξιωθείην ἐγὼ ὁ πταίσας ὑπὲρ πάντας.

Ὠδὴ η΄

Τὸν Βασιλέα

Ἡ ζωηφόρος, καὶ γλυκυτάτη Πηγή σου, διαλύει Ἀθανάσιε Πάτερ, νόσους καὶ κινδύνους, ταῖς πρὸς Θεὸν εὐχαῖς σου.

Νόσων παντοίων, τοὺς προσκυνοῦντας ἐν πόθῳ, τὴν πανσέβαστον Εἰκόνα σου θεόφρον, ῥῦσαι θλίψεων καὶ πόνων, λιταῖς σου Ἱεράρχα.

Ἀθανασίου, τῷ Ἰατρείῳ προσφεύγω, πρὸς αὐτὸν γοερῶς ἀνακράζων, ῥῦσαι με ὦ Πάτερ, κινδύνων ταῖς εὐχαῖς σου.

Θεοτοκίον

Ἵνα δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, σοῦ τὸ πάνσεπτον ὄνομα Κόρη, θλίψεώς με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.

Ὠδὴ θ΄.

Ἐξέστη ἐπὶ τούτῳ

Ἱκέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.

Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καὶ τρυφῆς Παραδείσου ἀξίωσον τὸν ἐπὶ γῆς, θεῖόν σε προστάτην μετὰ Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καὶ ἰατρόν· διὸ ἐνδιαθέτως, τολμῶντα ταῦτα λέγειν, σῶσόν με Πάτερ ταῖς πρεσβείαις σου.

Ὢ πόσης εὐφροσύνης καὶ φωτισμοῦ, καὶ χαρᾶς ὑπερμέτρου πληρούμεθα! σοῦ τῇ σεπτῇ, Πηγῇ προσπελάζοντες εὐλαβῶς· προῤῥέει γὰρ οὐράνιον, καὶ θεῖον, Ἀθανάσιε γλυκασμόν, διώκοντα τὰ πάθη, τῶν πόθῳ σε τιμώντων, καὶ τὴν ὑγιείαν δωρούμενον.

Θεοτοκίον

Μαρία Θεοτόκε σὺ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τὰ τραύματα καὶ τῆς ψυχῆς, ἕλκη τὰ δυσίατα καὶ πολλά, καὶ τῆς σαρκός μου Δέσποινα, θείᾳ ἐπισκέψει συ τὰς δεινάς, θεράπευσον ὀδύνας, καὶ λῦσόν μου τὰς νόσους, τὰς τῆς ψυχῆς τε καὶ τοῦ σώματος.

Τὸ Ἄξιόν ἐστιν καὶ τὰ μεγαλυνάρια

Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.

Τῶν Ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας, ἐγκαλώπισμα τὸ τερπνόν, καὶ ἡμῶν τῶν πάνυ, ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν, δοξολογήσωμεν.

Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὦ Ἀθανάσιε.

Ἔχει μὲν τὸ πνεῦμά σου οὐρανός, ἡμεῖς δὲ πλουτοῦμεν, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἣν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, ὦ Ἀθανάσιε.

Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστώς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ αὐτοῦ, ἄφεσιν δοθῆναι, Ἀθανάσιε Πάτερ, καὶ τῶν ἐπερχομένων, δεινῶν τὴν λύτρωσιν.

Φύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τοὺς τιμῶντας, τὴν ζωήῤῥυτόν σου Πηγήν, καὶ τὴν σὴν Εἰκόνα, καὶ αἰωνίως ῥῦσαι, ἐκ θλίψεως παντοίας ὦ Ἀθανάσιε.

Θεοτοκίον

Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε, ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης σε.

Τὸ Τρισάγιον κτλ.

Καὶ τὸ Τροπάριον. Ἦχος γ΄

Στύλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν.

Θεοτοκίον

Θρόνος πάγχρυσος τοῦ βασιλέως, καὶ παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν. Ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Εἶτα Ἐκτενὴς καὶ Ἀπόλυσις

Ἐν τῇ ἀπολύσει προσκυνοῦμεν τὴν Ἁγίαν Εἰκόνα τοῦ Ἁγίου καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν

Ὕμνοις Ἀθανάσιε τὴν σήν, κρήνην τὴν ζωήῤῥυτον ὄντως, καὶ ἀνεξάντλητον, τὴν ἀναβλυστάνουσαν ῥεῖθρα ἰάσεων, καὶ προχέουσαν χάριτας, πᾶσι τοῖς αἰτοῦσι, συμφώνως αἰνέσωμεν κατασπαζόμενοι, πόθῳ τὴν σεπτήν σου Εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καὶ τῶν νόσων φάρμακον ἀποίκιλον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάντες προσκυνοῦμεν σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε Θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ σῇ μεσιτείᾳ, δυσωπεῖ σε Δέσποινα ὁ Ἀθανάσιος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, και λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν

Άγιος Αθανάσιος : Το θαύμα που συγκλόνισε

«Η μεγάλη μου κόρη, Σουλτάνα, γεννήθηκε το έτος 1963. Επειδή εργαζόμασταν στη Γερμανία και εγώ και η σύζυγός μου μόλις απογαλακτίσθηκε την άφησα να μεγαλώσει κοντά στους γονείς της συζύγου μου.

Δείτε ακόμα: Τα λαμπρά θαύματα του Αγίου Αντωνίου

Το καλοκαίρι του 1967 ή 68 ήρθαμε με άδεια εξ αιτίας του ότι το παιδί μας αρρώστησε.

Πράγμα όμως περίεργο, κανένας γιατρός δεν ήταν σε θέση να μας εξηγήσει την αρρώστια της. Δεν αφήσαμε γιατρό που να μην τρέξουμε για το παιδί μας. Που ήταν γιατρός και δεν φθάσαμε. Όπου «ακούγαμε» γιατρό τρέχαμε.

Τα χρήματα που ξοδέψαμε, ο κόπος μας, η αγωνία μας, είδαν αποτέλεσμα τη διάψευση των ελπίδων. Ακολουθήσαμε κάθε αγωγή που μας συνιστούσαν.

Δείτε ακόμα :Άγιος Ιωάννης ο Πρόδρομος: Συγκλονίζουν τα σύγχρονα θαύματα του

Το παιδί μας όμως «έλειωνε» και θεραπεία δεν ερχόταν.

Είχε απομείνει όπως λέμε «πετσί και κόκκαλο», κάθε μέρα όλο και περισσότερο «στέγνωνε», ξεχώριζαν κυριολεκτικά τα κοκκαλάκια του κάτω από το δέρμα. Κάποια στιγμή, μετά από πολλές περιπέτειες μάθαμε ότι παρουσιάσθηκε ένα αγιονέρι στην εκκλησία της Παναγίας στη Νεάπολι (Βοΐου).

Το πήγα, το έβρεξα.

Όμως πέρασαν μέρες και δεν είδαμε καμία βελτίωση. Πήγαμε στην πηγή της Παναγίας στο Χορηγό όπου υπάρχει το αγίασμα της Ζωοδόχου Πηγής.

Πάλι δεν έγινε τίποτε.

Μετά από τρεις μέρες το πήγα στον «Άγιο Αθανάσιο». Το παιδί πλέον ήταν σε άθλια κατάσταση, δεν μιλούσε. Το έβαλα κάτω από την εικόνα του Αγίου, το έβρεξα. Στη στιγμή αποκοιμήθηκε. Φοβηθήκαμε.

Δείτε ακόμα: Άγιος Λουκάς ο Ιατρός: Η θαυματουργή ευχή για τους ασθενείς-Ας προσευχηθούμε για εκείνους που παλεύουν

Κοιμόταν βαθιά για περίπου 24 ώρες, χωρίς να ξυπνήσει καθόλου, ούτε για νερό. Όταν ξύπνησε ήταν ένα κανονικό, υγιέστατο παιδί. Από τότε, γιατρό δεν «είδε».

Σήμερα η Σουλτάνα μου, ζει στη Θεσσαλονίκη, έχει την οικογένειά της, τα παιδάκια της. Δοξάζω το Θεό που μας έσωσε ο Άγιος Αθανάσιος.

Πηγή: ekklisiaonline